How about some more practice with feminine words (1st declension):

κρήνην βλέπω.
προσβλέπω πρὸς τὴν κρήνην.
γυναῖκές τε καὶ κόραι πρὸς τῇ κρήνῃ εἰσίν. ὑδρίας φέρουσιν.
τί ποιοῦσιν;
τὰς ὑδρίας πληροῦσιν.
τί λέγουσιν;
οὐ δυνατόν ἐστιν ἀκούειν. δυνατόν ἐστι βλέπειν τὰς γυναῖκάς τε καὶ τὰς κόρας, ἀλλὰ οὐ δυνατόν ἐστιν ἀκούειν τοὺς τῶν κορῶν λόγους.
ἐγὼ δὲ ἐθέλω ἀκούειν τί λέγουσιν. προσχωρῶ οὖν. προσχωρῶ τῇ κρήνῃ καὶ ταῖς κόραις.
μάλα καλαί εἰσιν αἱ κόραι. καὶ αἱ γυναῖκες καλαί εἰσιν.
χαίρετε, ὦ φίλαι.
χαῖρε καὶ σύ , ὦ ξένε.
(stranger)