Picture

What do we see in the picture

τί ὁρῶμεν ἐν τῇ εἰκόνι;
ναύν τινα ἐν τῇ θαλάττῃ πλέουσαν
τί ἔχει ἡ ναῦς;
ἱστία ἔχει τε καὶ ἱστόν (ὁ ἱστός, τοῦ ἱστοῦ the mast)
ὁ ἱστὸς τὰ ἱστία φέρει·
αἴρομεν τὰ ἱστία
versus στέλλομεν τὰ ἱστία
See supplementary text lesson 7b page 80, king Aigeus telling his son Theseus:
στέλλε μὲν τὰ μέλανα ἱστία,
αἶρε δὲ τὰ ἱστία λεῦκα

Why was that?
καὶ πείσματα ἔχει·
τὰ ἱστία τοῖς πείσμασι προσάπτεται

remember, plural neuter nouns take singular verb-forms
Now what do you think the following means?
τὰ ἱστία τῷ ἱστῷ πείσμασι προσάπτεται.  check 1 
καὶ αἱ νῆες, ἐν τῷ λιμένι ὁρμοῦσαι, πείσμασι προσάπτονται τῷ χώματι.   check 2 
τίνα βλέπομεν; ἆρα τὸν ναύκληρον βλέπομεν;
οὐχί, οὐχ ὁρῶμεν τὸν ναύκληρον,
ἀλλὰ τὸν κυβερνήτην.
τί πράττει;
τὴν ναῦν κυβερνᾷ.
[κυβερνάω ] κυβερνῶ, κυβερνᾷς to steer
ποῖ πλεῖ ἡ ναῦς;
ἀγνοοῦμεν, ἐν τῇ εἰκόνι οὐ πρὸς τὰς δυσμὰς ἀλλὰ πρὸς τὴν ἀνατολὴν πλεῖ, ἴσως ἐπανέρχεται ἀπὸ τῆς Ἐπιδαύρου
ἡ ναῦς μάλα μικρά ἐστιν, ἄγαν μικρὰ ὡς φέρειν πολὺν σῖτον τε καὶ πολὺν οἶνον.