Η ΣΥΜΦΟΡΑ α

Back to B
  
  
Introduction
Plot, Picture
 
Words
Recordings
 
Text: Paragraphs
one
two
three
 
Usage
Exercise 10 α
(1st edition) 
    

σύνοψις τοῦ ἐνάτου μαθήματος

Ἀθήναζε ἀφικνοῦνται.
τὸν ἡμίονον πρὸς τῇ εἰσοδῷ λείπουσιν. πρῶτον δὲ αὐτὸν δένδρῳ τινὶ προσάπτουσιν.
εἰς τὸ ἄστυ εἰσέρχονται καὶ πρὸς τὴν ἀγορὰν σπεύδουσιν.
ὁ πάππος μάλα κάμνει.
λείπουσιν οὖν αὐτὸν ἐν στοᾷ τινι ἀναπαυόμενον καὶ ἀναβαίνουσιν ἐπὶ τὴν Ἀκρόπολιν.
ἐνθάδε τὸν Παρθενῶνα θεῶνται.
πολύν τινα χρόνον ἔνδον μένουσιν οἱ παῖδες.
ἔπειτα δὲ τοὺς τεκόντας ζητοῦσιν.
εὑρίσκουσιν αὐτοὺς ὄπισθεν τοῦ Παρθενῶνος τὸ τοῦ Διονύσου τέμενος καθορῶντας.
ἐκεῖσε δὲ ἤδη συλλέγονται οἱ τὴν πομπὴν μένοντες.
ἅμα οὖν καταβαίνουσι κατὰ τὴν Ἀκρόπολιν.
τὸν πάππον εὑρίσκουσιν ὀργίλως ἔχοντα καὶ ἅμα αὐτῷ εἰς τὸ τοῦ Διονύσου τέμενος σπεύδουσιν.
ἔπειτα δὲ τὴν πομπὴν θεῶνται.
μετὰ τὴν πομπὴν ἐν τῇ τοῦ τεμένους αὐλῇ τὸν ἱερέα τὰ ἱερεῖα σφάζοντα θεωροῦσιν καὶ ἀκούουσιν αὐτοῦ τῷ θεῷ εὐχομένου.
μετὰ τῶν ἄλλων παρόντων τὰ τῶν θυσιῶν κρέα ἐσθίουσι καὶ οἶνον πίνουσιν.
ἔπειτα δὲ πολλοὶ μεθύοντες ἄρχονται κωμαζόμενοι.
καὶ ὁ πάππος κωμάζειν ἐθέλει.
ἀλλὰ ὁ Δικαιόπολις λέγει ὅτι οὐ προσήκει πάπποις, γέρουσιν οὖσιν, κωμάζειν.
ὁ δὲ οὖν πάππος, ἀθυμῶν (or maybe) ὀργίλως ἔχων, στενάζει.
πείθεται ὅμως τῷ Δικαιοπόλει καὶ ἕπεται αὐτῷ.
ὅ δὲ ἡγεῖται πᾶσιν ἐκ τοῦ ἄστεως.
αὔριον ἄλλη ἡμέρα ἔσται.
(will be)